profitis ilias

Παρακλητικοί Κανόνες

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓ. ΕΙΡΗΝΗ ΤΗΝ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

18

Εὐλογήσαντος τοῦ ἱερέως τό:
 Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Εἴτα τό.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τά τῆς εἰρήνης ἀγαθά πλουτοδότως, Εἰρήνη παμμακάριστε δίδου ἡμῖν ἀεί· κόπασον τόν τάραχον, τῶν δεινῶν νοσημάτων, σκέδασον τά σκάνδαλα, τοῦ δολίου Βελίαρ, καί εἰρηναίαν δώρησαι ζωήν, τοῖς προσιοῦσιν, Ὁσία τῇ σκέπῃ σου.

Δόξα Πατρί.
Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες, ἀλλ' ἀφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος· ᾧ καθιέρωσας σαὐτήν, ὅλη καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Και νῦν. Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ν΄ Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἡ ἀκροστιχίς.
«Εἰρήνης ἀξίωσον ἠμᾶς Εἰρήνη. Γερασίμου».
Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας

Εἰρήνης τόν ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καί εὐσταθῆ, ἡμᾶς διανύειν πολιτείαν, καί τοῦ ἐχθροῦ ἀποφεύγειν τά σκάνδαλα.


λύος ρυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καί ἁπάσης ἐπιβουλῆς, καί γλώσσης δολίας καί δυσφήμου, τούς προσιόντάς σοι Μῆτερ ἀπάλλαξον.


Ρευμάτων ἀΰλων τόν γλυκασμόν, ψυχαῖς φαρμαχθείσαις τῇ κακίᾳ τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καί τόν ἰόν τῶν παθῶν ἀποξήρανον.


 Θεοτοκίον
Η ἄρρητος φύσις καί παντουργός, ὤ θαύματος ξένου! Συνεσχέθη ἐν σῇ γαστρί, σαρκί ἑνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἡμῶν Παναμώμητε.

  Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Νυμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τά τῆς ἀλογίας μου νέφη, μακράν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τήν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.

ἐκ ρίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τάς τῆς ἀνομίας ἀκάνθας, πρόρριζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καί φόβον τόν ἔνθεον, ταύτῃ ἐμφύτευσον.

Σαρκικῶν ἀλγηδόνων, καί ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καί συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τούς εὐφημούντας σε.


 Θεοτοκίον.
πορρήτως ἐν μήτρᾳ τόν τοῦ Πατρός σύνθρονον, Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνή χωρήσασα, παθῶν στενώσεως, πρός πλατυσμόν ἀπαθείας, τόν νοῦν μου κυβέρνησον Θεοχαρίτωτε.

Διάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἦχος β΄. Πρεσβεία θερμή.
Αἴτησις καί τό Κάθισμα.

σή ἀρωγή, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἱκέταις σου, τάς συμπλοκάς συγκόπτουσα, δυσμενείας ἁπάσης καί μήνιδος· σύ γάρ εἰρήνην νέμουσα ἡμῖν, τῷ σάλω ἐπιτιμᾷς τῶν θλίψεων.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ξενοτρόπως ἀσκήσασα, ξένωσον τόν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καί συγχύσεως, καί μνησικακίας Εἰρηνώνυμε.

αμάτων ἐπόμβρισον, Μῆτερ τάς σταγόνας καί καταδρόσισον, τούς φλογμῷ νόσων καί θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἄνθραξι.

ραιόθης ποθήσασα, τόν ὡραῖον Λόγον ὅν καθικέτευε, ὡραιῶσαι τήν καρδίαν μου, καί τά τῆς σαρκός παῦσαι σκιρτήματα.

 Θεοτοκίον.
Σωτηρίας λιμένα σε, Κόρη ἐπιστάμενος σοί ἀνέθηκα τάς ἀγκύρας τῆς ἐλπίδος μου• μή οὔν ὑπερίδης τόν προσφυγόντα σοί.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.
λη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ᾧ ἐγγύας μετανοίας μοι προσάγαγε.

Νέκρωσον ζωῆς, ἐξανθήσασα θανάτωσον, τήν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καί πρός κτῆσιν ἀπαθείας μέ διέγειρον.


στραψας ἐν γῇ ὡς λαμπάς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τήν ἀχλύν, καί ἀγάπης ἀνατέλλουσα τήν ἔλλαμψιν.

 Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε· διο νέκρωσον παθῶν μου τάς ὁρμᾶς καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀνάστησον.

Ὠδή στ΄. Τήν δέησιν.
νάτειλον, ὁμονοίας ἡμέραν, καί εἰρήνης ἀληθοῦς τάς ἀκτῖνας, τοῖς τοῦ θυμοῦ καί ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτῃ τοῦ ὄφεως· σοί γάρ ἐδόθη πρός Θεοῦ, εἰρηνεύειν ἡμῶν τήν διάστασιν.

Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τάς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθρούς κατακόπτον, καί διχονοίας λικμίζον τό ἄχυρον· διό τῆς ἔχθρας ἐν ἐμοί τήν σφριγῶσαν κακίαν κατάβαλε.

πίβλεψον, ἱλαρῶ σου ὄμματι, ἐφ’ ἡμᾶς τούς σούς ἱκέτας Ὁσία, καί τάς ὀδύνας ἡμῶν καί τάς θλίψεις ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοίᾳ τήν ζωήν, συντηροῦσα ἡμῶν ἀστασίαστον.


Θεοτοκίον.
σχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρός προερχομένης ἀνάρχως, ἀναδειχθεῖσα Θεόνυμφε Κόρη, τήν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρός ἐργασίαν, ἀρετῶν, ἵνα πίστει καί πόθῳ δοξάζω σε.

Διάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

χραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.

Παρρησίαν κεκτημένη πρός τό νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καί ἔνθεος, μή ἐλλείπης ὑπέρ ἡμῶν πρευσβεύειν ἐκτενῶς, ἵνα ρυσθῶμεν πάσης ὀργῆς, καί πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοῶντές σοι· Πρόφθασον ὦ Εἰρήνη, καί δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καί ἀγάπην ἀστασίαστον.

Καί εὐθύς τό Προκείμενον.
Ήχος δ΄.

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον.
(Κεφ. η΄ , 34-38).

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοι. Ὅς γάρ ἄν θέλῃ τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ’ ἄν ἀπολέσῃ τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήσῃ τόν κόσμον ὅλον, καί ζημιωθῇ τήν ψυχήν αὐτοῦ; Ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γάρ ἐάν ἐπαισχυνθῇ με καί τούς ἐμούς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καί ἁμαρτωλῷ, καί ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς· ἀμήν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου, ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα Πατρί.

Ταῖς τῆς σῆς Ὁσίας, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου και κατά το πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.

ρμημα ἀκάθεκτον, καί τάς κρυφίους ἐνέδρας, τοῦ δολίου, δράκοντος, καθ’ ἡμῶν ματαίωσον Εἰρηνώνυμε, καί δεινῶν θλίψεων, τάς ἐπαναστάσεις, καταπράϋνον καί κόπασον, ἅπαν σκευώρημα, καί διχοστασίας τά σκάνδαλα, εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πᾶσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἄν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.

Ράβδῳ τῶν πρεσβειῶν σου, τούς κυκλώσαντας κύνας τήν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καί τῇ ἀντιτυπίᾳ, τῆς θερμῆς προστασίας σου, ἱκάνωσόν μου τόν νοῦν, κατά τοῦ ἀντιπάλου.

λλοιώθην τό πνεῦμα, ἐνεκρώθην τό σῶμα ταῖς πρός τό χεῖρον ροπαῖς· ἀλλ’ ἄνωθεν μοι πρόσχες, καί ἴδε μου τήν θλῖψιν, καί τῶν πόνων τά δάκρυα, καί ὄρεξόν μοί σεμνή, σωτηριώδη χεῖρα.


Νοσημάτων παντοίων, παθημάτων ποικίλων καί πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἀπάλλαξον, τούς προσιόντας θερμῶς, Εἰρήνη τῇ σῇ σκέπῃ.

 Θεοτόκιον.
Πανάμωμος Κόρη, ἡ τεκοῦσα τόν Κτίστην καί Ποιητήν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καί σπίλων ἁμαρτάδων, τήν ψυχήν μου καθάρισον, ἵνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.

Ὠδή η΄. Τόν Βασιλέα.
Γ
αλήνην Μῆτερ, τοῖς ἐν θαλάσσῃ τοῦ βίου, κινδυνεύουσιν ἐξαίτει οὐρανόθεν, τούτους κυβερνῶσα, πρός ὅρμον σωτηρίας.

κ τῶν σκανδάλων, καί συστροφῶν ὀλεθρίων, περιφρούρησον ἡμῶν τήν πολιτείαν, ταῖς τῆς ὁμονοίας, βάρεσι μακαρία.

Ρερυπωμένον, τῇ κοινωνίᾳ τοῦ μίσους, ἀποκάθαρον τόν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτικῇ ἀρδείᾳ.

 Θεοτόκιον.
γιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἡμῶν τάς διανοίας, τῇ σῇ παραμηθείᾳ, Παρθένε Παναγία.

Ὠδή θ΄ . Κυρίως Θεοτόκον.
Σ
υνδέσμῳ τῆς ἀγάπης, σύνδεσον Ὁσία, τούς ἐκλυθέντας ἀπάτῃ τῆς μήνιδος, τήν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.

άσεων χειμάρρουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καί σωμάτων τά τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.


Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τούς προσιόντας Εἰρήνη τῇ σκέπῃ σου, πρός τήν ὁδόν τῆς εἰρήνης ἡμᾶς εὐθύνουσα.
 
 Θεοτόκιον.
πάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τό νοερόν τῆς ψυχῆς μου ὄμμα καταύγασον.

Τό Ἄξιον ἐστιν καί τά Μεγαλυνάρια.

Τ
ῶν παρθένων στίφη καί Μοναστῶν, ἄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τήν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγήν ἀκένωτον.

Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καί Χρυσοβαλάντου, πολιοῦχος καί ὁδηγός τῇ σῇ πολιτείᾳ, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπάς θεοφωτός.

Τό τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τό ὡραῖον καί εὐανθοῦν• ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καί ἄφθορόν σε νύμφην αὐτῷ ἠγάγετο.

Λαμποῦσαν ἁγνείας σε τῷ φωτί, κατιδών Ὁσία, ὡς λυχνίαν φωτοειδῆ, τήν σήν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, Προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.

Χαίροις τῶν παρθένων ἡ καλλονή, καί Χρυσοβαλάντου, νυμφοστόλος θεοειδής, τῶν Μοναζουσῶν τε, κανών ἐν ἐγκρατείᾳ, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.

Χαίροις τῆς εἰρήνης μυσταγωγός, καί μνησικακίας, ἀναιρέτις ἡ κραταιά• σύ γάρ τῶν σκανδάλων, ἐκτρέπεις τήν μανίαν, ἡμᾶς ἐν ὁμονοίᾳ στερρῶς συνέχουσα.

Τῆς Καππαδοκίας τήν καλλονήν, καί Χρυσοβαλάντου, ὁδηγίαν τήν ἀσφαλῆ, τήν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τήν Ὁσίαν, ὕμνοις τιμήσωμεν.

Ρύου πολυτρόπων ἐκ συμφορῶν, καί ἀρρωστημάτων, καί κινδύνων ψυχοβλαβῶν, τούς ἐν εὐλαβείᾳ, θερμῶς ἐξαιτουμένους, Εἰρήνη θεοφόρε, τήν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό τρισάγιον καί τά ἀκόλουθα τροπάρια.
Ἦχος πλ. β΄ .

λέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.
Κύριε ἐλέησον ἡμᾶς· ἐπί σοί γάρ πεποίθαμεν· μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσαι ἡμᾶς, ἐν τῶν ἀνομιῶν ἡμῶν· σύ γάρ εἰ Θεός ἡμῶν, καί ἡμεῖς λαός σου· πάντες ἔργα τῶν χειρῶν σου, καί τό ὀνομά σου ἐπικεκλήμεθα.

Καί νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τήν πύλην, ἄνοιξον ἡμῖν, Εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν. Ρυσθείημεν διά σοῦ τῶν περιστάσεων· σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἴτα ἐκτενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις, μεθ’ ἥν τά ἑξῆς.
Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.

Π
άντων προστασία εὐμενής, καί καταφυγή ἐν ἀνάγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τε καί θλίψεων, καί ἀσθενημάτων, πρός εἰρήνην ἔνθεον, ἡμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοίᾳ συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπη σου·

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
μήν.

Profiths ilas enoriako mouseio

Profiths ilas program

Profiths ilas books

Profiths ilas enoriakes

Profiths ilas iera leipsana

Profiths ilas photo

ΕΠΙΚΟΙΝΩΝΙΑ

Διεύθυνση: Προφήτη Ηλία 109-111
Δήμος Πυλαία-Χορτιάτη
Νομού Θεσσαλονίκης
Τ.Κ.: 55535
2310-300934
prophet.ilias.pylaias@gmail.com

 

εκκλησία της ελλαδος πειραικη εκκλησια

ΧΡΗΣΙΜΟΙ ΣΥΝΔΕΣΜΟΙ

Οικουμενικό Πατριαρχείο
Οικουμενικό Πατριαρχείο
Εκκλησία της Ελλάδος
Εκκλησία της Ελλάδος
Ιερά αρχιεπισκοπή Αθηνών
Ιερά Αρχιεπισκοπή Αθηνών
Ιερά Μητρόπολη Θεσσαλονίκης
Ιερά Μητρόπολη Θεσσαλονίκης