Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκω ἐκτενῶς.
Τῷ τοῦ Προφήτου Ἱερῷ Ναῷ συνδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν ἰκεσίαις κράζοντες ἐκ βάθους ψυχῆς· Προφητῶν ἐγκαλλώπισμα, Ἐλισσαῖε τρισμάκαρ, δὸς ἡμῖν βοήθειαν, τοῖς τιμῶσί σε πόθω, χειμαζομένοις ἐν θλίψει δεινῶς, σὲ γὰρ προστάτην καὶ ῥύστην κεκτήμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὰς Ὠδᾶς τοῦ Κανόνος.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.
Παθῶν ἐπικλύσεσι συσχεθεῖς, ἐξ ἁμαρτιῶν μου, ὧ Προφῆτα Ἐλισσαῖε, πρὸς σὲ καταφεύγω ἀπὸ βάθους, ἐμῆς καρδίας ὀδυνώμενος.
Ἀβύσσω ἐλέους καὶ οἰκτιρμῶν, προσπελάσας μάκαρ, διανοία ἐν καθαρᾶ, ἐκεῖθεν τὴν ἄβυσσον ἠρύσθης, τῆς εὐσπλαγχνίας παναοίδιμε.
Τῇ θείᾳ εἰκόνι σου προσδράμων, ἐν τῷ σῷ τεμένει, κλίνων γόνυ πανευλαβῶς, Προφῆτα Κυρίου Ἐλισσαῖε, ἐπικαλοῦμαι θερμῶς σὴν ἀντίληψιν.
Θεοτοκίον.
Τοὺς θρήνους μου δέξαι καὶ στεναγμούς, παντάνασσα Μήτηρ, θλιβομένων καὶ ὀρφανῶν, καὶ ἴασιν χάρισαι σῷ δούλω, συνεχομένω ἀῤῥωστήμασιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς τὰ ὕδατα πάλαι, Ἐλισσαῖε ἔνδοξε, τῆς Ἱεριχοῦντος ἰάσω, ἀλοὶ τὰ ἄγονα, οὕτω πρεσβείαις σαῖς, θεράπευσον τὴν ψυχήν μου, ἐν ἐνθέοις πράξεσιν, ἄκαρπον μένουσαν.
Ποντισθέντα τρισμάκαρ, βυθῶ τῶν πταισμάτων μου, καὶ πλημμελημάτων ἀφρόνως, ὦσπερ συνέζησα, τῇ εὐσπλαχνία τῇ σῇ ἀνάγαγέ με ὡς πάλαι, τὸ σίδηρον ἐκ τῶν ρείθρων ἀνήγαγες.
Σὲ προστάτην μου μάκαρ, ἐν τῇ ζωῇ τίθημι, καὶ καθηγεμόνα ἐν πάσι, σύ με ὁδήγησον, ἐν τῷ ἐλέει τῷ σῷ, πρὸς τὰς ὁδοὺς τοῦ Κυρίου, ὅπως ὑμνῶ σὲ ἀεί, τὸν θεοδόξαστον.
Θεοτοκίον.
Παναγία Παρθένε, τῶν πιστῶν τὸ στήριγμα, τὸν περιτρεπόμενον νοῦν μου, καλῶς στερέωσον, ἐν τῇ ἀγάπῃ ἁγνῇ, τῶν ἐντολῶν τοῦ Κυρίου, ὅνπερ ἐσωμάτωσας, εἰς ἡμῶν λύτρωσιν.
Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου ὧ Προφῆτα, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς τὸν μέγαν ἠμῶν προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενεία, ὧ πανεύφημε Προφῆτα, ἐπὶ τὴν δεινὴν ἠμῶν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τὸ τῆς ψυχῆς ἡμῶν ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προφῆτα Χριστοῦ, Ἐλισσαῖε πανεύφημε, ἰάσεων πηγή, καὶ κρήνη ἀκένωτος, ἰκετικῶς βοῶμέν σοι πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἠμᾶς, ὁ μέγας φρουρὸς ἡμῶν καὶ πρόμαχος.
ᾨδὴ δ΄. Ἐξ ὅρους κατασκίου.
Φέρων κακῶν, δυσβάστακτα φορτία, ἐν τῷ σῷ ναῷ μετανοῶν προσφεύγω, μή με παρίδης ἱκετεύω σε τρισμάκαρ, ἀλλά με τῷ Θεῷ κατάλλαξον.
Σὲ τὸ καθαρόν, τοῦ Πνεύματος δοχεῖον, πίστει δυσωπῶ, καθάρισόν με πάσης, ἐξ εἰδεχθοῦς ἁμαρτίαις, ταῖς σαῖς πρεσβείαις, πρὸς τὸν Θεὸν ἡμῶν τὸν Εὔσπλαγχνον.
Κείμενον νεκρόν, ἐν τάφῳ ἁμαρτίας, ἔνδοξε Θεοῦ Προφήτα Ἐλισσαῖε, ἀνάστησόν με ὡς πάλαι, νεκρὸν τὸν παίδα, τῆς Σωμανίτιδος ἀνέστησας.
Θεοτοκίον.
Ῥάθυμον ζωήν, Παρθένε δαπανήσας, ἄκαρπος εἰμι πράξεων ἐναρέτων δύο πτοούμενος δίκην φεῦ τὴν ἐσχάτην, ταῖς σαῖς πρεσβείαις καταπέφευγα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦσπερ Νεεμᾶν, ἰάσω λεπρὸν ἀοίδιμε, ταῖς Ἰορδάνου προχοαῖς καὶ ἐμοῦ, λεπρᾶν τὴν ψυχήν, καθάρισον ταῖς πρεσβείαις σου.
Τὸ τοῦ Γιεζί, ὑλόφρον καὶ φιλάργυρον, ἦθος τῇ λέπρᾳ ἐμάστιξας σφοδρῶς, ἠμᾶς διδάσκων, νόσον φεύγειν τὴν ἐπάρατον.
Ἄσκευιν ζωήν, καὶ ἀκτήμονα διήγαγες, ἐν σαρκὶ ὡς ἄσαρκος βιῶν σοφέ, ἠμᾶς διδάσκων, τὰ ἄνω ποθεῖν ἀείποτε.
Θεοτοκίον.
Δέσποινα ἁγνή, φώτισόν μου τὴν διάνοιαν, ἐσκοτισμένην δεινῶς τοῖς γεηροῖς, ὅπως τὰ κάλλη τὰ οὐράνια φαντάζωμαι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐλάμπρυνας, τῶν πιστῶν τὸ σύστημα, τῶν θαυμάτων σου τῇ αἴγλῃ Προφῆτα, διὸ κᾀμὲ λάμπρυνον ἐν τοῖς ἔργοις, τῆς σωτηρίας μου ὅπως σωθεῖς ὑμνῶ, τὸν δόντα σοὶ Ἐλισσαῖε, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Λαμπρὸς ἀστήρ, παμφαέστατος τρισένδοξε, καταυγάζεις Χριστοῦ τὴν Ἐκκλησίαν, διὸ κᾀμοῦ καταύγασον τὸ σκότος τῆς διανοίας, τῶν πρεσβειῶν σου ἐλέει θεόληπτε, σοῦ δέομαι διακαῶς, ὅπως βλέψω τὴν τρῖβον τὴν ἔνθεον.
Καλέσαντι, μάκαρ ἠκολούθησας, τῷ Ἠλία καὶ προφρόνως διηκόνεις, οὕτω κᾀμὲ τὸν ῥαθύμως βιούντα, ἀκολουθεῖν τῷ Χριστῷ ἐνδυνάμωσον, καὶ πράττειν καὶ ἐπιτελεῖν, τὰ σωτήρια τούτου ἐντάλματα.
Θεοτοκίον.
Τὰ κύματα, τῶν πλημμελημάτων μου, κατεκάλυψαν τὴν ψυχήν μου Παρθένε, διὸ προσθάσασα σῶσόν με Κόρη, καθικετεύω τὴν εὐσπλαχνίαν σου, καὶ χεῖρα δός μοι ἀρωγόν, πρὶν εἰς τέλος ὁ ᾅδης ἐκπίη με.
Διάσωσον, ἀπό κινδύνων Ἐλισσαῖε σοὺς ἰκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Ἰατρεῖον τῶν Χριστιανῶν ἐτοιμότατον, ὁ Ναός σου ἀνεδείχθη Παναοίδιμε, διὸ οἱ ἀῤῥωστήμασι κυκλούμενοι δεινῶς, ἐν αὐτῷ ἀθροιζόμενοι, τὴν σὴν βοήθειαν θερμῶς, ἑξαιτούμεθα κράζοντες ἔνδοξε Ἐλισσαῖε, Προφῆτα Θεοῦ τρισμάκαρ, μὴ ὑπερίδης νῦν ἠμᾶς, κινδυνεύοντας εἰς θάνατον.
Προκείμενον.
Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. (δίς)
Στίχ. Σὺ ἱερεύς εἰς τὸν αἰώνα, κατὰ τὴν τάξιν Μελχισεδέκ,
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν.
(Κεφ. δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος Ἰησοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
Δόξα.
Ταῖς τοῦ σοῦ Προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Προφῆτα θεσπέσιε, ὁ ἰατρός τῶν νοσούντων, θλιβομένων ἡ χαρά, καὶ τελεία λύτρωσις καὶ ἁπάλλαξις, πάσης κακώσεως, πάσης στενώσεως, τὰς δεήσεις νῦν ἐπάκουσον, ἄς πέρ οἱ δοῦλοί σου, ἐν ψυχῆς ὀδύνη σοὶ προσάγομεν, πάντοθεν πολεμούμενοι, ὁρατῶν ἐξ ἐχθρῶν τε καὶ ἀοράτων, ἔνδοξε Προφήτα, ἐν τῷ ναῷ σου πάντες ἐν κλαυθμῷ, γονυπετοῦντες αἰτούμενοι, τὸ σὸν μάκαρ ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡλιοῦ σὲ ὁ μέγας νεύσει θεία Προφήτην ἐν τῷ λαῷ ἔχρισε, θεόφρον Ἐλισσαῖε, Θεῷ ἱερωμένον, ἀνυμνοῦντα καὶ ψάλλοντα· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἠξιώθης ἰδέσθαι, τὸν σὸν θεῖον διδάσκαλον πυρίνω ἐν ἄρματι, αἰθέριον πορείαν, ποιούμενον ἐνδόξως, καὶ ἐνθέως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ ἠμᾶς Ἐλισσαῖε, τοὺς ἐν τῷ τεμένει σου ἀγρυπνοῦντας ἐπίσκεψαι, καὶ ἴασιν ἐν νόσοις, καὶ θάῤῥος ἐν κινδύνοις, παρασχοῦ τοῖς κραυγάζουσιν· ὁ τῶν πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Παναγία Παρθένε, ἠθικαῖς τρικυμίαις περιστατούμενον, οἰκτείρησον καὶ σῶσον, ἐμὲ τὸν σὸν ἱκέτην, τὸν ἐν πίστει κραυγάζοντα· ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα, τῶν οὐρανῶν.
Τὰς σηπεδόνας, τῆς ψυχῆς μου ὧ Προφῆτα, καὶ τὰ πάθη τοῦ σώματος ὁμοίως, θεράπευσον ἐν ὕμνοις, ὅπως σὲ μεγαλύνω.
Τοὺς πειρασμούς, διασκέδασον καὶ ἐνέδρας, τῶν δαιμόνων Προφῆτα Κυρίου, κατ’ ἐμοῦ γὰρ φθόνω, κεκίνηνται ἀπαύστως.
Ἐπάκουσόν μου, ἐν ὀδυρμοῖς σοὶ βοῶντος, καὶ παράσχου γαλήνην τῇ ψυχῇ μου, ὅπως ἀνυμνῶ σε, Προφῆτα εἰς αἰώνας.
Θεοτοκίον.
Τὴν δέησίν μου, μὴ παρίδης Θεοτόκε, ἣν ἐμπόνως νῦν σοὶ ἀναφέρω, σὺ γὰρ θλιβομένων, παράκλησις ὑπάρχεις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διπλὴν παρὰ Κυρίου, ἔνδοξε Προφῆτα, λαβῶν τὴν χάριν διπλὰ καὶ τὰ χαρίσματα, ἠμῖν παρέχεις, ψυχαῖς ὦμα τε καὶ σώμασι.
Τὴν θείαν μηλωτήν σου, εἴλησον καὶ πάλιν, καὶ τῶν παθῶν ἠμῶν τὴν θάλασσαν ξήρανον, τῶν ἀγρυπνούντων Προφῆτα ἐν τῷ τεμένει σου.
Νυκτός τε καὶ ἡμέρας, σὲ ἐπικαλοῦμαι, τὸν ἀγαθόν μου προστάτην Προφῆτα Θεοῦ, παντὸς κινδύνου καὶ βλάβης με λύτρωσαι.
Θεοτοκίον.
Υἱέ Θεοῦ Παντάναξ, ἀναπαυσον πάντας, οὖς προσελάβου ἐκ τῆς δὲ τῆς ποίμνης σου, πρεσβείαις τῆς Μητρός σου, καὶ τοῦ Προφήτου σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τὴν χάριν διπλὴν λαβῶν, Πνεύματος Ἁγίου καὶ Θεσβίτου τὴν μηλωτήν, χαίροις ὁ πληρώσας τὴν γῆν τῶν σῶν θαυμάτων, Προφῆτα Ἐλισσαῖε, ἡμῶν τὸ στήριγμα.
Ἔχοντες ναόν σου τὸν ἱερόν, Προφῆτα Κυρίου, ἰατρεῖον θαυματουργόν, εἰς τοῦτον ἐν πίστει, προσφεύγομεν καὶ πόθω, καὶ ἴασιν καὶ ῥῶσιν ἀπαρυόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων θλιβομένων ἡ χαρά, σὺ Θεοῦ Προφῆτα ὑπάρχεις, καὶ τῶν πεινώντων τροφή, σκέπη καὶ ἀντίληψις, τῶν ἀδυνάτων ἡμῶν, ἀσθενούντων ἡ ἰάσις, ὑγιῶν ἡ ρώμη, ἀναπήρων ἔρεισμα, καὶ βακτηρία τυφλῶν, ὅθεν σοὶ προσφεύγομεν πόθω, καὶ ἐν εὐλαβεῖ παῤῥησίᾳ, τὴν σὴν εὐσπλαχνίαν ἐκδεχόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.