Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς στρατιώτην τοῦ Χριστοῦ γενναιότατον, καὶ Ἀναργύρων ἰατρὸν τὸν σοφώτατον, ἀνευφημοῦμεν ἅπαντες ἐκ βάθους ψυχῆς· πόθῳ ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Παντελεήμων ἔνδοξε, καὶ πιστῶς σοι βοῶμεν∙ τὰς νόσους πάντων ἴασαι ἡμῶν, ταῖς πρὸς Χριστὸν τὸν Θεόν, θερμαῖς σου δεήσεσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανῶν·
Ἐν δε τοῖς Θεοτοκίοις· Σεραφείμ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πρὸ τοῦ Μαρτυρίου τοῦ σου , σοφέ, ὡς πέρ, τὸν θανόντα , ἀνεζώωσας ἐν Χριστῷ, οὕτω νεκρωθέντας δήγματι ἁμαρτίας, ἡμᾶς ταῖς σαῖς πρεσβεῖαι πάντας ἀνάστησον.
Ἀφθόνως τὴν χάριν παρὰ Θεοῦ , λαβῶν ἰαμάτων, τὰς ἰάσεις πάσας σοφέ, παρέχεις ἀφθόνους τοῖς ἐν πίστει , Παντελεήμων προσιοῦσι τῇ Εἰκόνι σου.
Νεκρωθεὶς τῷ κόσμῳ καὶ τὸν Χριστὸν , ὦ Παντελεήμων , ἐνδυσάμενος ἐν χαρᾷ, γέγονας δοχεῖον τοῦ Πνεύματος θεόφρον, τοῖς πᾶσιν ἀναργύρως βραβεύων ἴασιν.
Θεοτοκίον.
Σταγόνα κατανύξεως τῷ οἰκτρῷ, ὄμβρησόν μοι , Κόρη, ἀναστέλλουσα βλαβερὸν , καύσωνα καρδίας μου Παρθένε, ἐξαίρουσα πάθῃ τὰ πολεμοῦντά με.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τὰς νόσους θεράπευσον, Παντελεήμων, τοῦ δούλου σου, καὶ τὴν ἐμὴν, εὐχαῖς σου καρδίαν , τῇ δυνάμει σου εὔφρανον.
Ἔνδοξε, σὺ καύχημα, τοῦ προσιόντος σοι πέφυκας, σὺ ἰατρός, ἐμοῦ τηκομένου, ὑπὸ νόσων καὶ θλίψεων.
Λαβῶν , ὦ Ἀνάργυρε, παρὰ Χριστοῦ χάριν ἄφθονον, δοῦναι πιστοῖς, ἰάσεις τῶν νόσων , τούτων σὺ με διάσωσον.
Θεοτοκίον.
Ἔχεις ἐν ἀγκάλαις σου, τὸν Ποιητὴν πάσης Κτίσεως∙ τοῦτον διό, δυσώπει, Παρθένε, ἐκ κινδύνων ῥυσθῆναί με.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπὶ σὲ νῦν κατέφυγον, ὦ Παντελεήμων θεῖε Ἀνάργυρε, μὴ παρίδῃς με τὸν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.
Ἠρεμίαν μοι δώρησαι, Μάρτυς ἐν τῷ βίῳ καὶ νόσων ἴασιν, ταῖς ἐνθέρμοις σου ἐντεύξεσι, τῷ τῇ σῇ Εἰκόνι προσπελάζοντι.
Μάρτυς ἔνδοξε πρόφθασον , καὶ τῆς ἁμαρτίας με κυματούμενον, δεινῶ σάλῳ ταῖς πρεσβείαις σου, ὅρμον πρὸς ἀκύμαντον ὁδήγησον.
Θεοτοκίον.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἠσαΐας σε κατωνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκε Μῆτερ ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησόν μοι νῦν , ὑετὸν τὸν τοῦ ἐλέους σου, καὶ τῆς ἁμαρτίας μου τὰ ὀμβρήματα, Παντελεήμων, ταῖς εὐχαῖς σου καταξήρανον.
Νὺν αἱ δωρεαί, ὡς πηγαὶ πιστοῖς ἰάσεων , ταῖς λιταῖς σου ἐπιχέονται , Παντελεήμων, ἐκ Θεοῦ τοῖς προσιοῦσί σε.
Ἀπαντὰς ἡμᾶς, πεπτωκότας εἰς τὰ χάσματα, τῆς ἁμαρτίας τὰ βαθύτατα, ταῖς πρὸς Θεὸν σου, πρεσβείαις ἔγειρον Ἅγιε.
Θεοτοκίον.
Ἄχραντε ψυχῆς, τῆς ἐμῆς τὰ ἀῤῥωστήματα, καὶ τοῦ σώματος μου ἴασαι, ταῖς μητρικαῖς σου πρεσβείαις, κόρη Πανάμωμε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Τὰ νάματα σου, σοφέ, ὡς πέρ πηγῇ Σιλωάμ ποτέ, ἐκβλύζουσι τοῖς πιστοῖς, παντοία ἰάματα, παύων τὰ νοσήματα, τῶν προσπελαζόντων, τῇ σῇ σκέπῃ, Παναοίδιμε.
Οἱ προσιόντες, Παντελεήμων μακάριε, ἐν τῷ σεπτῷ σου Ναῷ, τὴν ῥῶσιν λαμβάνουσι, καὶ τὴν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καὶ δεινῶν ταῖς ἱκεσίαις σου.
Νοός μου τοῦ ἀσθενοῦς, ὡς θησαυρὸς τῶν ἰάσεων, Παντελεήμων κλεινέ, ἀφθόνως τὴν ἴασιν, δώρησαι τοῦ κάμνοντος, καὶ ὀδυνωμένου, τῇ τοῦ Πνεύματος χάριτι.
Θεοτοκίον.
Φιλάγαθε Μαριάμ, ταῖς σαῖς πρεσβείαις ἀγάθυνον, τὴν ῥυπαράν μου ψυχήν, καὶ ῥῦσαι κολάσεως, καὶ πάσης κακώσεως, σὸν θερμὸν οἰκέτην, τὸν ἐκ πόθου ἀνυμνοῦντά σε.
Ἀνάργυρε Παντελεήμων, ταῖς θείαις λιταῖς σου, τὰ τῆς ψυχῆς ἡμῶν πάθη θεράπευσον, καὶ δώρησαι ἴασιν τοῖς νοσοῦσιν.
Ἄχραντε, εὐλογημένη Μαρία, ταῖς ἱκεσίαις, Παντελεήμονος τοῦ κλεινοῦ διαφύλαξον, ἐκ νόσων τε καὶ κινδύνων σοὺς δούλους.
Αἴτησις εἶτα τὸ Κοντάκιον Ἦχὸς β΄.
Θείον ἰατρὸν ἐν γῆ πλουτοῦντές σε, Ἀνάργυρε, ἐν θερμοτάτῃ πίστῃ καὶ εὐσέβεια σου δεόμεθα, πάντα νοσοῦντα καὶ καταπονούμενον, ταῖς λιταῖς σου διάσωσον, τὰς ῥίζας τῶν ἐπωδύνων παθῶν, τῇ τοῦ Σωτῆρος ἰσχύϊ ἐκτέμνων, καὶ ἀναστέλλων τὰς χαλεπὰς τῆς ἀθυμίας ἐπικλύσεις, Παντελεήμων μάρτυς ἀξιάγαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ Οἴκῳ , ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. ς΄. 17-19, θ΄. 1-2, ι΄. 16-21).
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ∙ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δε τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὐτούς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν, ἐμοῦ ἀκούει∙ καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ∙ ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίνων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ἡγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὑτὰ νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε οἱ Ὀρθόδοξοι, πνευματικῶν εὐφρανθῶμεν, δεῦτε τὸν Ἀνάργυρον πάντες καταστέψωμεν θείοις ᾄσμασι, πρὸς αὑτὸν λέγοντες∙ ὦ Παντελεήμων, ἰατρὲ νοσούντων ἄριστε, λιμὴν τε εὔδιε, τῶν χειμαζομένων τοῖς πταίσμασι, προφθάσας δὸς τὴν ἴασιν, πᾶσι τοῖς θερμῶς σοι προστρέχουσι, καὶ δεινῶν παντοίων, ἀπάλλαξον ἡμᾶς ταῖς σαῖς εὐχαῖς, καὶ εἰρηναίαν κατάστασιν, τῷ κόσμῳ πρυτάνευσον.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θείαις , Ἀνάργυρε, εὐχαῖς σου, πρὸς τὸν Κτίστην διάσωσον σὸν δοῦλον∙ συνταράσσει με γάρ, βυθὸς ἁμαρτημάτων, χειμάζει καὶ κλυδώνιον, καὶ φλογμὸς τῶν παθημάτων.
Ἔφθασαν ἅπαντες ἐν πίστει, εἰς λιμένα τοῦ θείου Ἀναργύρου, οἱ ἐν νόσοις δειναῖς, ποντούμενοι βοῶντες· εὐχαῖς σου, ὦ Ἀνάργυρε, τὴν ὑγίειαν ἡμῖν δίδου.
Ἵνα, Ἀνάργυρε, τιμῶ σε, καὶ δοξάζω τὰ ἔνδοξα σου ἆθλα, ἀσθενείας δεινάς, σὸν δοῦλον τυραννοῦσαν, ἰάτρευσον καὶ δώρησαι, τὴν κατ’ ἄμφω ὑγίειαν.
Θεοτοκίον.
Ἔστησας ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον Θεὸν καὶ Βασιλέα, ὡς τεκοῦσα Ἁγνή, ὂν πάντες ἀνυμνοῦμεν, εὐλογημένος λέγοντες, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ προσιοῦσι, τῷ Ναῷ σου Παντελεήμων μάρτυς, ψυχῶν καὶ σωμάτων, λαμβάνουσι τὴν ῥῶσιν.
Ναὸς τοῦ θείου, ἐπὶ γῆς Ἀναργύρου, ἰατρεῖον πρόκειται τοῖς πᾶσι, παύων αὐτῶν νόσους, ψυχῶν τε καὶ σωμάτων.
Σαῖς πρὸς τὸν Κτίστην, Παντελεήμων πρεσβείαις, τοῖς τυφλοῖς παρέχεις ἰατρείαν, καὶ νοσούσης πᾶσι, τὴν ποθητὴν ὑγίειαν.
Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς Θεὸν σου, Παρθένε, τῶν τοῦ βίου δυσχερῶν με σὺ σῶσον, καὶ τὸν σάλον παῦσον, ἀσθενειῶν παντοίων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐχαῖς σου τὰς σειρᾷς μου, τῶν πταισμάτων λῦσον, καὶ τὸ χειρόγραφον Μάρτυς διάῤῥηξον, τῆς ἁμαρτίας τοῦ σοι πιστῶς προσπελάζοντος.
Βοηθείας χεῖρα, προφθάσας ὄρεξόν μοι, καὶ ἀδοκήτων δεινῶν με ἀπάλλαξον, Παντελεήμων ταῖς θείαις, ὄντως πρεσβείαις σου.
Ὦ Παντελεήμων, στῆσον μου τὸν σάλον, τῶν λογισμῶν καὶ τὴν λύπην κατάπαυσον, τῆς ταλαιπώρου ψυχῆς μου, θεῖε Ἀνάργυρε.
Θεοτοκίον.
Μαρία μὴ με δείξῃς, ἐπίχαρμα δαιμόνων, ἐν τῇ τῆς Κρίσεως ὥρᾳ, Πανάμωμε, ἀλλ’ εὐμενῶς τὸν Σωτῆρα, μου εξιλέωσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τοὺς μετ’ εὐλαβείας τὴν ἱερὰν, εἰκόνα σου Μάρτυς, προσκυνοῦντας σαῖς ἱεραῖς, πρὸς Θεὸν πρεσβείαις, σῷζε δεινῶν παντοίων, Παντελεήμων θεῖε, ἰατρὲ μέγιστε.
Δόξῃ Ἀθλοφόρε, μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ Παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Παντελεήμων θεῖε, ἰατρὲ ἄμισθε.
Ὡς ἀστὴρ ἀνέτειλας νοητός, ἄθλοις μαρτυρίου, ἀπαστράπτων καὶ τῶν παθῶν, τὴν ἀχλὺν διώκων, Παντελεήμων μάρτυς, τῶν ἐπικαλουμένων σε μετὰ πίστεως.
Τοὺς ἀνευφημοῦντάς σε εὐλαβῶς, τοὺς λαμπροὺς ἀγῶνας καὶ τοὺς ἄθλους μάρτυς Χριστοῦ, τὴν τε θείαν μνήμην, τελοῦντας ἐτησίως, Παντελεήμων μάκαρ, σῷζε πρεσβείαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Τροπάριον. Ἠχὸς γ΄.
Ἀθλοφόρε ἅγιε καὶ ἰαματικὲ Παντελεήμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν σὺ παρέχεις τοῖς πιστοῖς, ἀναργύρως μάρτυς παμμάκαρ, Παντελεήμων σοφέ, καὶ τῇ ἱκεσίᾳ σου διώκεις πνεύματα, καὶ τυφλοῖς τὴν ἀνάβλεψιν, ἔνδοξε βραβεύεις, ὡς θεράπων γνήσιος, τοῦ παντεπόπτου Χριστοῦ· ὅθεν ἰατρὲ Ὀρθοδόξων, πάντας τοὺς πιστῶς σε ἀνυμνοῦντας, ῥῦσαι ἐκ παντοίας περιστάσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.