profitis ilias

Παρακλητικοί Κανόνες

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟ ΤΡΥΦΩΝΑ

19

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ΣτίχΠάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
τοῦ Σωτῆρος εὐκλεὴς στρατιώτης, καὶ τῆς Βυτίνης πολιοῦχος καὶ ῥύστης, μεγαλομάρτυς Τρύφων ἀξιάγαστε· σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ εὐφορίαν δίδου τοῖς ἀγροῖς, τῶν σὲ προστάτην, πλουτούντων θερμότατον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Τρύφων δίδου ἡμῖν σὴν χάριν. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρυφῆς ἀπολαύων τῆς ἀληθοῦς, ἡμᾶς πάσης λύπης, καὶ ἀνάγκὴς καὶ συμφορᾶς, ἀπάλλαξον Τρύφων ἀθλοφόρε, ἀθλητικὴ πρὸς Χριστὸν παῤῥησία σου.

ημάτων δεήσεως Ἀθλητά, ψυχῶν κατωδύνων, ἡμῶν δέχου τὸν στεναγμόν, καὶ δίδου ἡμῖν ἐν πάσῃ ὥρᾳ, τὴν σὴν θερμὴν καὶ ὀξεῖαν βοήθειαν.

ψόθεν ἐπίβλεψον συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, προσιόντας τῷ σῷ Ναῷ, καὶ πλήρου αὐτῶν τὰς ἱκεσίας, ὡς χριστομίμητος Τρύφων πανεύφημε.

Θεοτοκίον.
Φωτὸς οὐρανίου θεία σκηνή, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν· διὸ τῷ φωτὶ τοῦ σοῦ προσώπου, τὴν σκοτισθεῖσαν ψυχήν μου καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
ς θερμὸς ἀντιλήπτωρ, καὶ βοηθὸς ἕτοιμος, Τρύφων τῆς Βυτίνης ὑπάρχων, ὡς συμπαθέστατος, ταύτην περίεπε, τῇ κραταιᾷ σου πρεσβείᾳ, πάσης ἐπιθέσεως, τοῦ πολεμήτορος.

Νοσημάτων ποικίλων, καὶ ἀναγκῶν λύτρωσαι, καὶ πολυειδῶν ἐν τῷ βίῳ, πόνων καὶ θλίψεων, τοὺς καταφεύγοντας, τῷ περιβλέπτῳ Ναῷ σου, Τρύφων παμμακάριστε, καὶ σὲ γεραίροντας.

Δωρεαῖς πολυτρόποις, ὡς ἀληθὴς ἔφορος, ταύτην τὴν κωμόπολιν θάλπεις, καὶ σώζεις Ἅγιε, πάσης κακώσεως, διὸ ἀεὶ μεγαλύνει, τὴν μεγίστην χάριν σου, Τρύφων πανένδοξε.

Θεοτοκίον.
λαστήριον μέγα, καὶ θαυμαστὸν πέφηνας, Κόρη τὸν πηγάσαντα κόσμῳ, τὴν ἀπολύτρωσιν, Χριστὸν κυήσασα, διὸ κᾀμὲ τὸν σὸν δοῦλον, τῆς τῶν παραπτώσεων, λύμης ἐκκάθαρον.

Διάσωσον, ταῖς ἱκεσίαις σου Τρύφων μεγαλομάρτυς, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ πάσης νόσου.

πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, ἐδείχθης ἡμῖν, Τρύφων θεομακάριστε, διὸ ἀεὶ προστρέχομεν, τῇ σεπτῇ σου πρεσβείᾳ βοῶντές σοι· ἐκ συνοχῆς πολυπλόκων δεινῶν, ἀτρώτους ἡμᾶς φύλαττε Ἅγιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δόξα πέλεις καὶ καύχημα, Τρύφων Βυτιναίων καὶ ἀγαλλίαμα, διὸ δίδου τούτοις πάντοτε, τῆς σῆς προστασίας τὰ δωρήματα.

Ναός σου ὁ ἅγιος, Τρύφων ἁγιάζει τῇ προσφοιτήσει σου, τοὺς ἐν τούτῳ πιστῶς σπεύδοντας, καὶ ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

περτέρους ἀνάδειξον, πάσης ἀσθενείας καὶ ἐπιθέσεως, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, Τρύφων τοὺς προστρέχοντας τῇ σκέπῃ σου.

Θεοτοκίον.
Θεὸν σωματώσασα, ἀπερινοήτως τὸν Ὑπερούσιον, Θεοτόκε ἀειπάρθενε, ῥῦσαι τῆς κακίας με τοῦ ὄφεως.

ᾨδὴ ε΄, Φώτισον ἡμᾶς.
Μάστηξι τῆς σοί, δεδομένης Μάρτυς χάριτος, ἐξ ἀμπέλων ἀρουρῶν τε καὶ φυτῶν, ἀποδίωκε τὰ βλάπτοντα ἑκάστοτε.

δε συμπαθῶς, τοὺς ἑστῶτας Τρύφων ἔνδοξε, τῇ ἁγίᾳ σου Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τούτοις Μάρτυς τὰ αἰτήματα.

Νόσου λοιμικῆς, ὡς ἀπήλλαξας τὸ πρότερον, τὴν Βυτίναν τῇ θερμῇ σου ἀρωγῇ, οὕτω ταύτην καὶ μελλόντων δεινῶν λύτρωσαι.

Θεοτοκίον.
Σάρκα προσλαβών, ἐξ ἁγνῶν Κόρη αἱμάτων σου, ὡμοιώθη τοῖς ἀνθρώποις ὁ Σωτήρ, ὃν δυσώπει σωτηρίας ἀξιῶσαί με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
νίκα, θλῖψις ἐπέρχεται Μάρτυς, καὶ πικρῶς ἡμᾶς συνέχει καὶ θλίβει, πρὸς τὴν θερμήν σου προστρέχομεν σκέπην, καὶ τὴν ταχεῖαν εὑρίσκομεν λύτρωσιν, ἀλλ᾽ ὦ Μαρτύρων καλλονή, μάκαρ Τρύφων ἡμᾶς ἀεὶ φύλαττε.

Ναόν σου τὸν ἱερὸν ὡς λιμένα, ἡ Βυτίνα ἀκλυδώνιστον ἔχει, καὶ ἐν αὐτῷ καταφεύγουσα πίστει, τρικυμιῶν τῶν ἐν βίῳ καὶ θλίψεων, λυτροῦται Τρύφων θαυμαστέ, τῇ σεπτῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Χειμῶνος, καὶ καταιγίδος καὶ θρήνων, ἐμφυλίου σπαραγμοῦ ὡς ἐῤῥύσω, τὴν εὐλαβῶς σε τιμῶσαν Βυτίναν, οὕτως ἀεὶ ταύτην ἄτρωτον φύλαττε, πάσης δεινῆς ἐπιβουλῆς, καὶ πικρᾶς συστροφῆς ἐχθρῶν Ἅγιε.

Θεοτοκίον.
γγέλων, ὑπερανέστηκας Κόρη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, καὶ τῶν ἀνθρώπων σωτήριος πύλη, τῇ σῇ κυήσει ἐδείχθης Πανάχραντε, διὸ εἰσάγαγε κᾀμέ, πρὸς αὐλὰς οὐρανίου λαμπρότητος.

Διάσωσον ταῖς ἱκεσίαις σου Τρύφων μεγαλομάρτυς, τοὺς ἐν πίστει τῷ σῷ Ναῷ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ πάσης νόσου.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ταῖς τῶν θαυμάτων σου Τρύφων ἐλλάμψεσιν, ἀποδιώκεις παθῶν τὴν σκοτόμαιναν, καὶ νέμεις ὑγίειαν καὶ λύτρωσιν, τοῖς προσιοῦσιν ἀεὶ τῇ πρεσβείᾳ σου· διό σου τὴν χάριν κηρύττομεν.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ.ι΄ 1, 5 – 8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τρύφων παμμακάριστε τῶν Ἀθλητῶν ὡραιότης, Ἀναργύρων καύχημα καὶ θαυμάτων πέλαγος ἀνεξάντλητον, βοηθεῖν πάντοτε μὴ ἐλλίπῃς Μάρτυς, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, ὡς συμπαθέστατος, τούτους πειρασμῶν ἐκλυτρούμενος, καὶ νοσημάτων Ἅγιε, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, τὴν σὴν εὐλογίαν παρέχων ταῖς ἀρούραις καὶ φυτοῖς, ὡς κεκτημένος ἐξαίρετον, χάριν καὶ σωτήριον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ῶσιν νέμει πλουσίαν καὶ ψυχῶν σωτηρίαν Τρύφων πολύαθλε, Εἰκών σου ἡ ἁγία, ἧ πίστει προσιόντες, εὐφροσύνης πληρούμεθα, καὶ συνοχῆς θλιβερᾶς, λυτρούμεθα ταχέως.

σχυρὸς ἀνεδείχθης κατ᾽ ἐχθρῶν ἀοράτων ἰσχύι κρείττονι, ἀλλ᾽ ὡς τὴν βασιλίδα, δαιμονικῆς μανίας, ἐν τῇ Ῥώμῃ ἀπήλλαξας, οὕτως ἡμᾶς Ἀθλητά, τῆς τούτου βλάβης ῥῦσαι.

Νᾶμα ἄυλον βλῦσον ἐκ πηγῶν σωτηρίου Τρύφων πανεύφημε, καὶ νόσων πολυφθόρων, λυμαντικῶν τὴν φλόγα, τὴν πικρὰν σβέσον Ἅγιε, σωτηριώδη ἡμῖν, ἀναψυχὴν παρέχων.

Θεοτοκίον.
Γενοῦ ἄῤῥηκτον τεῖχος καὶ προπύργιον θεῖον καὶ καταφύγιον, Παρθένε θεοτόκε, τοῖς πίστει ἀφορῶσι, πρὸς τὴν σὴν ἀγαθότητα, τὰς καθ᾽ ἡμῶν μηχανάς, συντρίβουσα τοῦ πλάνου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
κ πάσης βλάβης, ἀκρίδος κάμπης καὶ βρούχου, διαφύλαττε τοὺς κήπους ἡμῶν Τρύφων, ἵνα σε τιμῶμεν, ὡς μέγαν εὐεργέτην.

είθροις ἀύλοις, τῶν μυστικῶν δωρεῶν σου, καταπότισον ἡμῶν τὰς διανοίας, τὰς κεχερσωμένας, παθῶν τῇ ἐργασίᾳ.

πας προστρέχων, τῷ σῷ Ναῷ Ἀθλοφόρε, τάχος ῥύεται πάσης στενοχωρίας, καὶ πανευχαρίστως, ὑμνολογεῖ σε Τρύφων.

Θεοτοκίον.
Σὲ προστασίαν, ἔχων ἀεὶ Θεοτόκε, οὐ τοῦ δράκοντος πτοοῦμαι τὰς ἐφόδους, ἀλλ᾽ ἀεὶ πληροῦμαι, δυνάμεως ἁγίας.

ᾨδη θ΄. Κυρίως Θεοτόκον.
άσεις ἀναβλύζει, ὁ Ναός σου Τρύφων, καὶ τὴν Βυτίναν εὐφραίνει ἑκάστοτε, ἀνακειμένην παμμάκαρ τῇ προστασίᾳ σου.

Μὴ παύσῃ μάρτυς Τρύφων, ἀεὶ ἐποπτεύων, τοὺς προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου, καὶ τὰς σεπτὰς ἀριστείας σου μεγαλύνοντας.

μέγας τῶν αἰτούντων, φύλαξ καὶ προστάτης, θαυματουργὲ Τρύφων δίδου ἑκάστοτε, τῇ κωμοπόλει σου ταύτῃ τὴν σὴν βοήθειαν.

Θεοτοκίον.
πέραγνε Μαρία, κεχαριτωμένη, χαρίτωσόν μου ψυχὴν καὶ διάνοιαν, διὰ ζωῆς ἐναρέτου τῇ σῇ χρηστότητι.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
ρωτι τῷ θείῳ ἀπὸ παιδός, τρωθεὶς τὴν καρδίαν, ἠγωνίσω μαρτυρικῶς, ὑπὲρ τοῦ Σωτῆρος, μεγαλομάρτυς Τρύφων, καὶ δόξης οὐρανίου, ὥφθης συμμέτοχος.

Χαίροις ὁ Λαμψάκου θεῖος βλαστός, χαίροις ὁ Βυτίνης, ἀντιλήπτωρ καὶ βοηθός, χαίροις ὁ παρέχων, τρυφὴν ἡμῖν ἁγίαν, Τρύφων μεγαλομάρτυς ταῖς ἱκεσίαις σου.

φριξεν ὁ δαίμων τὴν σὴν ἰσχύν, ἐν Ῥώμῃ θεόφρον, καὶ ὡς κύων καθοραθείς, τὴν σὴν ἐξουσίαν, παρὰ Θεοῦ κηρύττει, εἰς ἔκπληξιν ἁπάντων, Τρύφων πολύαθλε.

Μέγιστον ναόν σοι καὶ ἱερόν, ἡ Βυτίνα Μάρτυς, ἐδομήσατο εὐλαβῶς, ὅθεν Βυτιναῖοι, οἱ πανταχοῦ καυχῶνται, ἐν σοὶ παμμάκαρ Τρύφων, οὓς σκέπε πάντοτε.

Δίωκε τὰ βλάπτοντα τὰ φυτά, ἡμῶν καὶ τοὺς κήπους, καὶ ἀμπέλους καὶ τοὺς ἀγρούς, καὶ ὑγίειαν δίδου, ἡμῖν και εὐκαρπίαν, καὶ σταθηρὰν εἰρήνην, Τρύφων πανένδοξε.

ς ἐῤῥύσω πάλαι βροτολοιγοῦ, λοιμοῦ τὴν Βυτίναν, οὕτω σκέπε ταύτην ἀεί, πάσης ἐπηρείας, καὶ νόσων καὶ σκανδάλων, Τρύφων μεγαλομάρτυς, τῇ προστασίᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, Τρύφων ἀθλοφόρε Κυρίου, τῷ σῷ ἁγίῳ Ναῷ, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ ὑγίειαν πρυτάνευσον καὶ βίου εἰρήνην, εὐφορίαν ἅπασαν διδοὺς τῇ γῇ Ἀθλητᾷ, λύων πειρασμῶν τὰς ἐφόδους, καὶ Χριστῷ πρεσβεύων διδόναι, λύσιν τῶν πταισμάτων ἡμῖν Ἅγιε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
μήν.

Profiths ilas enoriako mouseio

Profiths ilas program

Profiths ilas books

Profiths ilas enoriakes

Profiths ilas iera leipsana

Profiths ilas photo

ΕΠΙΚΟΙΝΩΝΙΑ

Διεύθυνση: Προφήτη Ηλία 109-111
Δήμος Πυλαία-Χορτιάτη
Νομού Θεσσαλονίκης
Τ.Κ.: 55535
2310-300934
prophet.ilias.pylaias@gmail.com

 

εκκλησία της ελλαδος πειραικη εκκλησια

ΧΡΗΣΙΜΟΙ ΣΥΝΔΕΣΜΟΙ

Οικουμενικό Πατριαρχείο
Οικουμενικό Πατριαρχείο
Εκκλησία της Ελλάδος
Εκκλησία της Ελλάδος
Ιερά αρχιεπισκοπή Αθηνών
Ιερά Αρχιεπισκοπή Αθηνών
Ιερά Μητρόπολη Θεσσαλονίκης
Ιερά Μητρόπολη Θεσσαλονίκης