ΕΥΧΗ ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΗ ΕΙΣ ΠΑΣΑΝ ΑΣΘΕΝΕΙΑΝ ΚΑΙ ΓΟΗΤΕΙΑΝ ΚΑΙ ΜΑΓΕΙΑΝ
Ἱεράρχα τοῦ Χριστοῦ Ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμήν, καὶ πάσης Ἐκκλησίας λύχνος φαεινότατος· ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθεῖς, καὶ πλείστους εὐεργετήσας διὰ τῆς ἐν σοὶ τοῦ Παρακλήτου χάριτος καὶ δυνάμεως· ὁ νοσοῦντας θεραπεύσας, καὶ παραλύτους συσφίγξας, καὶ πάντων τῶν αἰτούντων τὰς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τὴν παροῦσαν ἡμῶν δέησιν, καὶ πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ἴασαι τὸν πάσχοντα δοῦλόν σου (δεῖνα), τὸν προσελθόντα μετὰ πίστεως τῇ χάριτί σου. Κατάργησον καὶ ἀνενέργητον ποίησον τῆς ἀντικείμενης τοῦ σκότους δυνάμεως τὴν κατ’ αὐτοῦ ὀλέθριον ἐνέργειαν. Ἀνόρθωσον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς ἐπελθούσης ἀσθενείας καὶ συνοχῆς, πάσης μαγείας, καὶ γοητείας, καὶ τερατείας, καὶ βασκανίας, καὶ πάσης ἄλλης κακοτρόπου ἐπιβουλῆς καὶ μανίας, διαλύων τὰς συστροφάς, καὶ καταργῶν τὰς ἐπινοίας καὶ ἐπηρείας καὶ μηχανίας, τῇ ἀοράτῳ ἐπισκιάσει τῆς ὀξείας βοηθείας σου Πάτερ. Σὺ τῶν ἀκαθάρτων πνευμάτων τὴν ἰσχὺν κατήσχυνας· σὺ τὸ χαλεπώτατον πάθος τοῦ καρκίνου ἐθεράπευσας· σὺν ἐν σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι παρὰ Θεοῦ ἐδοξάσθης, δεδοξασμένε καὶ θαυματουργὲ Πάτερ· σὺ καὶ νῦν ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ δὸς τῷ πάσχοντι καὶ νοσοῦντι ἱκέτῃ σου τὴν κατ’ ἄμφῳ ὑγείαν, εἰρήνην οὐρανόθεν καὶ βίον σεμνόν, πορευομένῳ ἐν ταῖς τρίβοις τοῦ θείου θελήματος, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ἵνα διὰ σοῦ τυχών τοῦ θείου ἐλέους, δοξάζῃ τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τῆς μίας θεότητος καὶ βασιλείας εἰς τοὺς αἰῶνας. Αμήν.
ΕΥΧΗ ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΗ ΕΠΙ ΑΣΘΕΝΟΥΝΤΑ
Ἅγιε τοῦ Χριστοῦ Ἱεράρχα, θαυματουργὲ Παρθένιε, ὁ τῆς Λαμψάκου ἱερὸς ποιμὴν καὶ πρόεδρος, καὶ πάσης ἐκκλησίας φωστὴρ ὑπερλάμπων ὁ τῇ Ἀποστολικῇ σου ζωῇ, Ἀποστολικῶν πλησθεὶς χαρισμάτων, καὶ τοῦ Ἁγίου Πνεύματος τῆς ζωοποιοῦ ἐνεργείας ἀναδειχθεὶς ὄργανον· ὁ τῶν θαυμάτων τῇ πλουσίᾳ δωρεᾷ καὶ χάριτι, τῶν πονηρῶν πνευμάτων ἀπελάσας τὰ στίφη, καὶ ποικίλας νόσους καὶ ἀσθενείας ἰασάμενος· σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν συμπαθέστατε Πάτερ, θεράπευσον καὶ τὸν πάσχοντα δοῦλόν σου (δεῖνα), καὶ ἀπάλλαξον αὐτὸν τῆς συνεχούσης καὶ θλιβούσης ἀσθενείας καὶ παθήσεως καὶ νόσου· δὸς αὐτῷ τὴν ὑγείαν, καίὶ πλῆσον αὐτὸν τῆς πατρικῆς σου εὐλογίας καὶ χάριτος. Ἐπάκουσον ἡμῶν τῆς δεήσεως, καὶ βλέψον ἐν ἱλέῳ ὄμματι ἐπὶ τὸν δοῦλον σου τοῦτον, τὸν αἰτοῦντα διὰ σοῦ τὸ θεῖον ἔλεος, καὶ ἀπέλασον ἐξ αὐτοῦ τὸ ἐπελθὸν τῆς ἀσθενείας νέφος. Ἀνάτειλον αὐτῷ ἡμέραν εὐφροσύνης, καὶ ὄμβρησον οὐρανόθεν δρόσον ἀγαλλιάσεως, σβεννύουσαν τοὺς ἄνθρακας τῆς ἀσθενείας καὶ τῶν πόνων καὶ τῆς θλίψεως· σοὶ γὰρ προςῆλθεν, Ὅσιε Πάτερ, αἰτῶν τὴν ποθητὴν θεραπείαν καὶ ἴασιν, καὶ διὰ σοῦ τὴν τῶν πταισμάτων ἄφεσιν, παρὰ τοῦ ἐλεήμονος Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕΥΧΗ ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΗ Τῌ 7ῃ ΦΕΒΡΟΥΑΡΙΟΥ ΕΠΙ Τῌ ΜΝΗΜῌ ΑΥΤΟΥ
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν προαιώνιε Λόγε τοῦ Θεοῦ καὶ πατρός, ὁ διὰ τῆς χάριτός Σου τὸν σὸν θεράποντα Παρθένιον ἐπίσκοπον Λαμψάκου τὸν θαυματουργόν, δόκιμον οἰκονόμον τῶν Σῶν μυστηρίων ἀναδείξας· τὸν διώκοντα τὰ πονηρά πνεύματα καὶ θεραπεύοντα πάσαν λοιμικὴν νόσον καὶ τὴν φοβερὰν καὶ ἰοβόλον νόσον τοῦ καρκίνου· οὗ ταῖς πρεσβεῖαις δώρησαι ἡμῖν δεόμεθά σου χάριν καὶ ψυχῆς καὶ σώματος τὴν ὑγείαν ἵνα πίστει βεβαίᾳ, ἐλπίδι σταθερά, καὶ ἀγάπῃ μέχρι τοῦ τῆς ζωῆς ἡμῶν τέρματος· καὶ ὥσπερ ἐπὶ τῆς γῆς τὴν σεβάσμιον μνήμην αὐτοῦ πανηγυρίζομεν καὶ χάριν ἐπικαλούμεθα· οὕτω καὶ ἐν οὐρανῷ ἔχομεν αὐτὸν παρὰ Σοι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντα· ὅπως τὸ ὑπόλοιπον τοῦ βίου ἡμῶν καλῶς περαιώσαντες καταξιωθῶμεν τῆς μακάριας καὶ ἀϊδίου διαγωγῆς, μετὰ πάντων τῶν ἁγίων Σου ἀπολαῦσαι, ὅτι Σὺ εἶ ὁ καλὸς ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοῦ ἐστὶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΛΕΓΟΜΕΝΗ ΕΙΣ ΑΓΡΟΥΣ ΚΑΙ ΑΜΠΕΛΟΥΣ
Ἅγιε Ἱεράρχα καὶ θαυματουργὲ Παρθένιε, ὁ τῆς Λαμψάκου τὸ ποίμνιον πομάνας καλῶς, καὶ ὁδηγήσας ἀσφαλῶς εἰς λειμῶνας Εὐαγγελικῆς ζωῆς, ὡς μαθητὴς καὶ μιμητὴς τοῦ ἀρχιποίμενος Χριστοῦ· ὁ παρ’ αὐτοῦ θαυμάτων τὴν χάριν καὶ δύναμιν πλουσιωτάτην δεξάμενος, δι’ ἧς δαίμοσιν ὤφθης φοβερός, καὶ ποικίλων νοσημάτων ἰατήρ, πλείστους πάσχοντας καὶ κακουχουμένους εὐεργετήσας ἐν σπλάγχνοις οἰκτιρμῶν· σοῦ δεόμεθα Πάτερ, σὺ ὁ εὐλογήσας τὸν ἄκαρπον ἀγρὸν καὶ τὴν ἄγονον ἄμπελον, καὶ καρπὸν πολὺν ἀπέδωκαν, αὐτὸς καὶ νῦν εὐλόγησον, ὡς συμπαθής, τὸν παρόντα ἀγρὸν σὺν τῇ ἀμπέλῳ καὶ ταῖς ἀρούραις, ὡς ἄν καρποφορίαν καλὴν καὶ πίονα προσάγωσι τοῖς ἐμπόνως γεωργοῦσιν αὐτά. Ἀποδίωξον ἐξ αὐτῶν πάσαν βλάβην καὶ φθοράν, καὶ πᾶν ἐπαγόμενον ἀκαρπίαν καὶ καταστροφήν. Εὐλόγει τοὺς κόπους καὶ τὰ ἔργα τῶν πιστῶν οἰκετῶν σου· δίδου αὐτοῖς ἐν εὐθέτῳ χρόνῳ ὑετοὺς καρποφόρους ταῖς πρὸς Θεὸν δεήσεσιν, ὁ ἐξ οὐρανοῦ ὄμβρον καταγαγών, καὶ τὴν ξηρανθεῖσαν καὶ αὐχμῶσαν γῆν καταποτίσας εἰς εὐφροσύνην τῶν δεομένων καὶ παράστηθι ἡμῖν ἀοράτως, ὡς μέγας ἡμῶν προστάτης καὶ ἔφορος, ἀποτρέπων καθ’ ἡμῶν πᾶσαν μανίαν τῶν ἀοράτων ἀχθρῶν, καὶ πρέσβευε τῷ πανοικτίρμονι Θεῷ, ὅπως παρέχῃ ἡμῖν εἰρήνην ἐν τῷ βίῳ, ἄφεσιν ἁμαρτιῶν, καὶ ἀξιώςῃ ἡμᾶς, ἐν τῷ ἀπείρῳ αὐτοῦ ἐλέει, τῆς οὐρανίου βασιλείας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
ΕΥΧΗ ΛΕΓΟΜΕΝΗ ΕΠΙ ΔΙΚΤΥΩΝ ΠΡΟΣ ΚΑΛΗΝ ΑΓΡΑΝ ΙΧΘΥΩΝ
Ὁ τῷ Θεῷ ὁλοτρόπως ἀνατεθείς, καὶ ὡς καλὸς οἰκονόμος καλῶς αὐτῷ διακονήσας καὶ δουλεύσας, θεοφόρε Ἱεράρχα Παρθένιε· ὁ τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος τὸν πλοῦτον ἐν σεαυτῷ ταμιεύσας καὶ θησαυρίσας, δι’ οὗ πᾶσι παρέχεις σωτηριώδεις δόσεις, καὶ τὰ αἰτήματα ἀκπληροῖς· ὁ θαυμάτων ἀκτῖσι σκότος βαθύτατον δαιμονικῆς ἀπηρείας ἀπελαύνων ὁ τῶν πιστῶν ἁλιέων τὰ δίκτυα εὐλογήσας καὶ ἐπληρώθησαν ἰχθύων ἐν τῷ ἁλιεύειν αὐτούς, εὐλόγησον καὶ νῦν τῶν εὐλαβῶν ἱκετῶν σου ἁλιέων τὰ δίκτυα, καὶ δίδου αὐτοῖς ἄγραν ἰχθύων ἱκανήν, Χριστὸν ὑπὲρ ἡμῶν ἱκετεύων, τὸν ἐν τῷ θαλάσςῃ τῆς Τιβεριάδος εὐλογήσαντα τὼν Μαθητῶν τὰ δίκτυα, καὶ συνέκλεισαν πλῆθος ἰχθύων, ὥστε διαῤῥήγνυσθαι αὐτά. Ἀποδίωξον ἐξ αὐτῶν πᾶσαν δαιμονικὴν ἐνέργειαν καὶ βλάβην ἐπερχομένην αὐτοῖς, ὡς ἐξαίρετον χάριν παρὰ Κυρίου λαβὼν παρέχειν ἑκάστῳ τὰ αἰτήματα· ὅτι ἐν πίστει σοι προστρέχομεν Πάτερ, καὶ ἐξαιτούμεθα τὴν θερμοτάτην ἀρωγήν σου, ἵνα ἐν εὐπραγίαις κομῶντες δοξάζωμεν τὸν σὲ δοξάσαντα Κύριον ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.